
Anyté de Tégée – Renée Vivien

Βουχανδὴς ὁ λέβης · ὁ δὲ θεὶς Ἐριάσπιδα ὑιὸς
Κλεύβοτος · ἁ πάτρα δ’εὐρύχορος Τέγεα ·
τ’Ἀθάνᾳ δὲ τὸ δῶρον · Ἀριστοτέλης δ’ἐποίησεν
Κλειτόριος, γενέτᾳ ταὐτὸ λαχὼν ὄνομα.
ἕσταθι τῇδε, κρανεία βροτοκτόνε, μηδ’ἔτι λυγρὸν
χάλκεον ἀμφ’ὄνυχα στάζε φόνον δαΐων ·
ἀλλ’ἀνὰ μαρμάρεον δόμον ἡμένα αἰπὺν Ἀθανᾶς,
ἄγγελλ’ἀνορέαν Κρητὸς Ἐχεκρατίδα.
Ἥβᾳ μέν συ, Πρόαρχε, πεσὼν παίδων τάγε ματρός
στήθεα ἐν δνοφερῷ πένθει ἔθου φθίμενος
ἀλλὰ καλόν τοι ὕπερθεν ἕπος τόδε πέτρος ἀείδει,
ὡς ἔθανες πρὸ φίλας μαρνὰμενος πατρίδος.
Οὐχὶ Θεμιστωκλέους Μάγνης τάφος, ἀλλὰ κέχωσμαι
Ἑλλήνων φθονερῆς σήμα κακοτροπίης.
μνᾶμα τόδε φθιμένου Μενεδαΐου εἴσατο Δᾶμις,
ἵππῳ ἐπεὶ στέρνον τοῦδε δαφοινὸς Ἄρης
τύψε · μέλαν δέ οἱ αἷμα ταλαυρίνου διὰ χρωτὸς ·
ζέσσ’, ἐπὶ δ’ ἀργαλέαν βῶλον ἔδευσε φόνῳ.
Αὐδιον οὖδας ἔχει τόδ’ Ἀμύντορα παῖδα Φιλίππου
πολλὰ σιδηρείης χερσὶ θιγόντα μάχης.
οὐδὲ μιν ἀλγινόεσσα νόσος δόμον ἤγαγε νοκτὸς,
ἀλλ’ ὄλετ’ ἀμφ’ ἑτάρων σχών κυκλόεσσαν ἵτυν
Μάνης οὗτος ἀνὴρ ἧν ζῶν ποτέ. νῦν δὲ τεθνηκὼς
ἶσον Δαρείῳ τῷ μεγάλῳ δύναται.
Ὥλευ δήποτε, Μαῖρα, πολύῤῥιζον παρὰ θάμνον,
Λόκρι, φιλοφθόγγων ὠκυτάτη σκυλάκων,
τοῖον ἐλαφρίζοντι τεῷ ἐγκάτθετο κώλῳ
ἱὸν ἀμείλικτον ποικιλόδειρος ἔχις.
Quittant l’air troublé que laboure
Le glaive aux éclairs froids,
Redis au peuple la bravoure
Du valeureux Crétois.
Repose en paix, ô rouge lance !
Évoque, dans la somnolence
De ces murs au grave silence,
Les combats d’autrefois.
Dans l’ombre que l’encens parfume,
Près de l’autel serein,
Tu regrettes le sang qui fume,
Et le choc souverain ;
Sur la plaine où le jour s’efface,
Mélancoliquement tenace,
Tu ne dresses plus la menace
De ton ongle d’airain.
Ici, le soir fumeux attriste
De son rire fané
Le sanctuaire d’améthyste
Et de jaspe veiné.
Repose dans la ténèbre ample
Et pacifique de ce temple,
Où la vierge aux bras blancs contemple
L’image d’Athéné.























